Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.28 Dem. 39.31 (English) >>Dem. 39.34

39.30εἶεν. εἰ δέ τίς σʼ ἔροιτο, “εἰπέ μοι, Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τῶν δήμων Θορίκιος καὶ υἱὸς Μαντίου, καὶ τὸ μέρος τῶν ὑπʼ ἐκείνου καταλειφθέντων ἔχεις;” οὐδὲν ἂν ἄλλʼ ἔχοις εἰπεῖν, πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίας. τί τεκμήριον, εἴ τίς σʼ ἔροιτο, μαρτύριόν ἐστί σοι τούτου; εἰς τοὺς φράτεράς μʼ εἰσήγαγε, φήσειας ἄν. τί οὖν σʼ ἐνέγραψεν ὄνομα, εἴ τις ἔροιτο, Βοιωτὸν ἂν εἴποις· τοῦτο γὰρ εἰσήχθης. 39.31οὐκοῦν δεινὸν εἰ τῆς μὲν πόλεως καὶ τῶν ὑπʼ ἐκείνου καταλειφθέντων διὰ τοὔνομα τοῦτο μέτεστί σοι, τοῦτο δʼ ἀξιοῖς ἀφεὶς ἕτερον μεταθέσθαι σαυτῷ. φέρʼ, εἴ σʼ πατὴρ ἀξιώσειεν ἀναστάς, μένειν ἐφʼ οὗ σʼ αὐτὸς ἐποιήσατʼ ὀνόματος, πατέρʼ ἄλλον σαυτοῦ φάσκειν εἶναι, ἆρʼ οὐκ ἂν μέτριʼ ἀξιοῦν δοκοίη; ταὐτὰ τοίνυν ταῦτʼ ἐγώ σʼ ἀξιῶ, πατρὸς ἄλλου σεαυτὸν παραγράφειν, τοὔνομʼ ἔχειν ʼκεῖνος ἔδωκέ σοι. 39.32νὴ Δίʼ, ἀλλʼ ὕβρει καὶ ἐπηρείᾳ τινὶ τοῦτʼ ἐτέθη σοι. ἀλλὰ πολλάκις μέν, ὅτʼ οὐκ ἐποιεῖθʼ πατὴρ τούτους, ἔλεγον οὗτοι ὡς οὐδὲν χείρους εἰσὶν οἱ τῆς μητρὸς τῆς τούτου συγγενεῖς τῶν τοῦ πατρὸς τοῦ ἐμοῦ. ἔστι δʼ Βοιωτὸς ἀδελφοῦ τῆς τούτου μητρὸς ὄνομα. ἐπειδὴ δʼ εἰσάγειν πατὴρ τούτους ἠναγκάζετο, ἐμοῦ προεισηγμένου Μαντιθέου, οὕτω τοῦτον εἰσάγει Βοιωτόν, τὸν ἀδελφὸν δʼ αὐτοῦ Πάμφιλον. ἐπεὶ σὺ δεῖξον, ὅστις Ἀθηναίων ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν ἔθετο δυοῖν· κἂν δείξῃς, ἐγὼ συγχωρήσω διʼ ἐπήρειάν σοι τοῦτο τοὔνομα θέσθαι τὸν πατέρα.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.28 Dem. 39.31 (English) >>Dem. 39.34

Powered by PhiloLogic